ABSTRACT

Both the Continuator and the De administrando imperio (henceforth DAI) of Constantine VII have preserved a very important account of a mission undertaken by an envoy of the emperor Theophilos to the land of the Khazars. The text in the version of the DAI runs as follows:

Ἀπὸ δὲ κάτωθεν τῶν μερῶν Δανούβεως ποταμοῦ τῆς Δίστρας ἀντίπερα ἡ Πατζινακία παρέρχεται, καὶ κατακρατεῖ ἡ κατοικία αὐτῶν μέχρι τοῦ Σάρκελ, τοῦ τῶν Χαζάρων κάστρου, ἐν ᾧ ταξεῶται καθέζονται τριακόσιοι, κατὰ χρόνον ἐναλλασσόμενοι. Ἑρμηνεύεται δὲ παρὰ αὐτοῖς τὸ Σάρκελ ‘ἄσπρον ὁσπίτιον’, ὅπερ ἐκτίσθη παρὰ σπαθαροκανδιδάτου Πετρωνᾶ, τοῦ ἐπονομαζομένου Καματηροῦ, τὸν βασιλέα Θεόφιλον πρὸς τὸ κτισθῆναι αὐτοῖς τὸ κάστρον τοῦτο τῶν Χαζάρων αἰτησαμένων. Ὁ γὰρ χαγάνος ἐκεῖνος καὶ ὁ πὲχ Χαζαρίας εἰς τὸν αὐτὸν βασιλέα Θεόφιλον πρέσβεις ἐναποστείλαντες, κτισθῆναι αὐτοῖς τὸ κάστρον τὸ Σάρκελ ᾐτήσαντο, οἷς ὁ βασιλεύς, τῇ τούτων αἰτήσει πεισθείς, τὸν προρρηθέντα σπαθαροκανδιδᾶτον Πετρωνᾶ μετὰ χελανδίων βασιλικῶν πλωΐμων ἀπέστειλεν καὶ χελάνδια τοῦ κατεπάνω Παφλαγονίας. Καὶ δὴ ὁ αὐτὸς Πετρωνᾶς τὴν Χερσῶνα καταλαβὼν τὰ μὲν χελάνδια ἔλιπεν ἐν Χερσῶνι, τὸν δὲ λαὸν εἰσαγαγὼν εἰς καματερὰ καράβια, ἀπῆλθεν ἐν τῷ τόπῳ τοῦ Τανάϊδος ποταμοῦ, ἐν ᾧ καὶ τὸ κάστρον ἔμελλεν κτίσαι. Καὶ ἐπειδὴ ὁ τόπος λίθους οὐκ εἶχεν πρὸς κτίσιν τοῦ κάστρου ἐπιτηδείους, καμίνιά τινα ποιησάμενος καὶ βήσσαλον ἐν αὐτοῖς ἐγκαύσας, μετ’ αὐτῶν τὴν τοῦ κάστρου κτίσιν ἐποιήσατο, ἐκ μικρῶν τινων τῶν ἐκ τοῦ ποταμοῦ κοχλιδίων ἄσβεστον ἐργασάμενος. Οὗτος οὖν ὁ προρρηθεὶς σπαθαροκανδιδᾶτος Πετρωνᾶς μετὰ τὸ κτίσαι τὸ κάστρον τὸ Σάρκελ πρὸς τὸν βασιλέα Θεόφιλον εἰσελθών, εἶπεν αὐτῷ, ὅτι· “Εἰ θέλῃς ὅλως τὸ τῆς Χερσῶνος κάστρον καὶ τοὺς ἐν αὐτῇ τόπους κυρίως ἐξουσιάσαι καὶ τούτους μὴ τῆς σῆς ἐκτὸς γενέσθαι χειρός, προβάλλου στρατηγὸν ἴδιον, καὶ μὴ τοῖς ἐκείνων καταπιστεύσῃς πρωτεύουσί τε καὶ ἄρχουσι.” Μέχρι γὰρ Θεοφίλου τοῦ βασιλέως οὐκ ἦν στρατηγὸς ἀπὸ τῶν ἐντεῦθεν ἀποστελλόμενος, ἀλλ’ ἦν ὁ τὰ πάντα διοικῶν ὁ λεγόμενος πρωτεύων μετὰ καὶ τῶν ἐπονομαζομένων πατέρων τῆς πόλεως. Τοῦ οὖν βασιλέως Θεοφίλου πρὸς ταῦτα βουλευσαμένου τὸν ὁ δεῖνα ἐξαποστεῖλαι στρατηγὸν ἢ τὸν ὁ δεῖνα, ὕστερον ἀποσταλῆναι προέκρινεν τὸν προρρηθέντα σπαθαροκανδιδᾶτον Πετρωνᾶν ὡς ἐν πείρᾳ 1 τοῦ τόπου γεγονότα καὶ τῶν πραγμάτων οὐκ ἀνεπιστήμονα, ὃν καὶ πρωτοσπαθάριον τιμήσας, προεβάλετο στρατηγόν, καὶ εἰς Χερσῶνα ἐξαπέστειλεν, ὁρίσας τὸν τότε πρωτεύοντα καὶ πάντας ὑπείκειν αὐτῷ, ἐξ οὗ καὶ μέχρι τὴν σήμερον ἐπεκράτησεν ἀπὸ τῶν ἐντεῦθεν εἰς Χερσῶνα προβάλλεσθαι στρατηγούς. Ἀλλ’ αὕτη μὲν ἡ τοῦ Σάρκελ τοῦ κάστρου κτίσις καθέστηκεν. 2