ABSTRACT

Εἰπὲ γάρ μοι, πόθεν σὺ πλουτεῖς; παρὰ τίνος λαβών; τί δὲ ἕτερος πόθεν; Παρὰ τοῦ πάππου, φησὶ, παρα τοῦ πατρός. Δυνήσῃ οὗν μέχρι πολλοῦ τοῦ γένους ἀνιὼν, οὕτω δεῖξαι τὴν κτῆσιν δικαίαν οὗσαν; Ἀλλ’ οὐκ ἃν ἔχοις, ἀλλ’ ἀνάγκη τὴν ἀρχὴν αὐτῆς καὶ τὴν ῥίζαν ἀπὸ ἀδικίας εἶναι τινος. Πόθεν; Ὅτι ὁ Θεὸς ἐξ ἀρχῆς οὐ τὸν μὲν πλούσιον ἐποίησε, τὸν δὲ πένητα, οὐδε παραγαγὼν, τούτῳ μὲν ἔδειξε χρυσίου θησαυροὺς πολλοὺς, ἐκεῖνον δὲ ἀπεστέρησε τῆς ἐρεύνης, ἀλλὰ τὴν αὐτὴν πᾶσιν ἀνῆκε γῆν. Πόθεν οὖν και νῆς οὔτης, σὺ μὲν ἔχεις πλέθρα τόσα καὶ τόσα, ὁ δὲ πλησίον οὐδὲ κύαθον γῆς; Ὁ πατήρ μοι, φησὶ, παρέδωκεν. Ἐκεῖνος δὲ παρὰ τίνος παρέλαβε; Παρὰ τῶν προγόνων. Ἀλλὰ ἀνάγκη πάντως ἀνιόντα εὑρεῖν τὴν ἀρχήν. Ἐγένετο πλούσιος ὁ Ἰακὼβ, ἀλλὰ τῶν πόνων λαβὼν τὸν μισθόν. Πλὴν ἀλλ’ οὐδὲ ὑπὲρ τούτων ἀκριβολογοῦμαι· ἔστω δίκαιος ὁ πλοῦτος, καὶ πάσης ὁ ἁρπαγῆς ἀπηλλάχθω· οὐ γὰρ δὴ σὺ ὑπεύθυνος περὶ ὧν ὁ πατὴρ ἐπλεονέκτησεν· ἔχεις μὲν γὰρ τὰ ἐκ τῆς ἁρπαγῆς, ἀλλ’ οὐχ ἥρπασας σύ. Πλὴν ἀλλὰ συγκεχωρήσθω μηδὲ ἐκεῖνον ἡρπακέναι, ἀλλά ποθεν ἀπὸ γῆς ἀναβλυσθέντα τὸν χρυσὸν ἔχειν· τί οὗν; παρὰ τοῦτο ἀγαθὸς ὁ πλοῦτος; Οὐδαμῶς. Ἀλλ᾿ οὐδὲ πονηρὸς, φησίν. Ἐὰν μὴ πλεονεκτῇ, οὐ πονηρὸς, ἐὰν μέταδιδῷ τοῖ; δεομένοις· ἐὰν δὲ μὴ μεταδίδῷ, πονηρὸς καὶ ἐπίβουλο;. ‘Ἕως ἂν μὴ ποιῇ, φησὶ, κακὸν, οὐ κακὸς, κἂν ἀγαθὸν μὴ ἐργάζηται. Καλῶς· τοῦτο δὲ οὐ κακὸν τὸ μόνον ἔχειν τὰ Δεσποτικὰ, τὸ μόνον ἀπολαύειν τῶν κοινῶν; ἢ οὐχὶ τοῦ Θεοῦ ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς; Εἰ τοίνυν τοῦ Δεσπότου τοῦ κοινοῦ τὰ ἡμέτερα, ἄρα καὶ τῶν συνδούλων τῶν ἡμετέρων· τὰ γὰρ τοῦ Δεσπότου πάντα κοινά.