ABSTRACT

Οὐχὶ γυμνὸς ἐξέπεσες τῆς γαστρός; οὐ γυμνὸς πάλιν εἰς τὴν γὴν ὑποστρέψεις; Τὰ δὲ παρόντα σοι πόθεν; Εἰ μὲν ἀπὸ ταυτομάτου λέγεις, ἄθεος εἶ, μὴ γνωρίζων τὸν κτίσαντα, μηδὲ χάριν ἔχων τῷ δεδωκότι· εἰ δὲ ὁμολογεῖς εἶναι παρὰ Θεοῦ, εἰπὲ τὸν λόγον ἡμῖν δι᾽ ὃν ἔλαβες. Μὴ ἄδικος ὁ Θεός, ὁ ἀνίσως ἡμῖν διαιρῶν τὰ τοῦ βίου; Διὰ τί σὺ μὲν πλουτεῖς, ἐκεῖνος δὲ πένεται; Ἢ πάντως, ἵνα καὶ σὺ χρηστότητος καὶ πιστῆς οἰκονομίας μισθὸν ὑποδέξῃ, κἀκεῖνος τοῖς μεγάλοις ἄθλοις τῆς ὑπομονῆς τιμηθῇ; Σὺ δέ, πάντα τοῖς ἀπληρώτοις τῆς πλεονεξίας κόλποις περιλαβών, οὐδένα οἴει ἀδικεῖν τοσούτους ἀποστερῶν; Τίς ἐστιν ὁ πλεονέκτης; Ὁ μὴ ἐμμένων τῇ αὐταρκεῖᾳ. Τίς δέ ἐστιν ὁ ἀποστερητής; Ὁ ἀφαιρούμενος τὰ ἑκάστου. Σὺ δὲ οὐ πλεονέκτης; σὺ δὲ οὐκ ἀποστερητής; ἃ πρὸς οἰκονομίαν ἐδέξω, ταῦτα ἴδια σεαυτοῦ ποιούμενος; Ἢ ὁ μὲν ἐνδεδυμένον ἀπογυμνῶν λωποδύτης ὀνομασθήσεται· ὁ δὲ τὸν γυμνὸν μὴ ἐνδύων, δυνάμενος τοῦτο ποιεῖν, ἄλλης τινὸς ἐστι προσηγορίας ἄξιος; Τοῦ πεινῶντός ἐστιν ὁ ἄρτος, ὃν σὺ κατέχεις· τοῦ γυμνητεύοντος τὸ ἱμάτιον, ὃ σὺ φυλάσσεις ἐν ἀποθήκαις· τοῦ ἀνυποδέτου τὸ ὑπόδημα, ὃ παρὰ σοὶ κατασήπεται· τοῦ χρῄζοντος τὸ ἀργύριον, ὃ κατορύξας ἔχεις. Ὥστε τοσούτους ἀδικεῖς, ὅσοις παρέχειν ἐδύνασο.